alcaeus
εἰς τὸ αὐτότίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας
θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας,
καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα,
νήπιε; ποῦ πικρὴ πυρφόρος ἰοδόκη ;
ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ
κυμήναντα θεούς, τῇδ᾽ ἐνέδησε πάγῃ. [p. 274]