anonymi epigrammatici
εἰς ἄγαλμα Διονύσου πλησίον Ἀθηνᾶς ἑστός1 εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες
καὶ πόλεμοι, πέρι σοὶ δ᾽ εὔαδον εἰλαπίναι.
2 μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα:
ἴσθι δ᾽ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.
καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος: οἶδεν ἅπας μοι
ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ᾽ Ὠκεανοῦ, [p. 266]
καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,
αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.
καὶ μὴν οὐδ᾽ ἐπ᾽ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη:
λῦσα δ᾽ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.