philippus
Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν
δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις; [p. 262]
σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος,
καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.
ἐς τί δὲ ταῦτ᾽ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη
συλήσας1᾽ αὐχεῖς, Κύπρις ὅσον δύναται;