antipater
καὶ Κύπρις Σπάρτας: οὐκ ἄστεσιν οἷὰ τ᾽ ἐν ἄλλοις
ἵδρυται, μαλακὰς ἑσσαμένα στολίδας:
ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας,
ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα.
οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτιν
Θρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν.