pollianus
ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλα
χεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος.
Ἥρας ἔργον ἀδελφόν. ἴδ᾽ ὡς, πέπλοιο ῥαγέντος,
τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε πέπλῳ
λίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ: ἐν βλεφάροις δὲ
παρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος.