arabius
εἰς τὴν αὐτήνΚηφεὺς Ἀνδρομέδην, ἢ ζωγράφος ἄνθετο πέτραις;
καὶ γάρ ἀπ᾽ ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος.
κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη,
ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ;
ἔγνων ταῦτα σοφός τις ἀνὴρ κάμε: δεινὸς ἀληθῶς
τεύξατο καὶ τεύξατο καὶ πραπίδων ἀπάτην.