antipater
εἰς τὸ αὐτότίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρ᾽ ἀνένεικας,
ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν; [p. 236]
Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε,
νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν.
ἁ μὲν γὰρ παίδων σπαίρει πέλας: ἁ δὲ λιπόπνους
κέκλιται: ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται.
καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην
ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων.
ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ
πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.