glaucus
εἰς εἰκόνα Φιλοκτήτουκαὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω,
τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος:
ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ
δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος.
ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλ᾽ ἀναπαῦσαι
ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.