anonymi epigrammatici
εἰς εἰκόνα Ἡρακλέουςοἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι,
τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο,
βοῦν ἀρότην ἕλκοντα, καὶ ἀντανύοντα κορύνην:
ἀλλ᾽ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην.
ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν
ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης. [p. 216]