anonymi epigrammatici
ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν,
ὡς ἐλατὴρ τελέθων, καὶ πολέμων πρόμαχος.
εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,
καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης:
καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,
τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.