anonymi epigrammatici
εἰς Οὐράνιον τὸν ἡνίοχονἶσον κυδαλίμοις, Φαυστινιάδῃ τε καὶ αὐτῷ
Φαυστίνῳ, βασιλεὺς στῆσε παρ᾽ ἀμφοτέροις
οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας
ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖοντούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.