anonymi epigrammatici
εἰς Ἰουλιανὸν τὸν ἡνίοχοντοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,
ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους,
αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ
ἔστησαν, κοινὴν ψῆφον ἐνεγκάμενοι.
γήραϊ γὰρ σταδίων ἀπεπαύσατο: πᾶσι δὲ φίλτρον
κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.