anonymi epigrammatici
εἰς Πορφύριον τὸν ἡνίοχονΠορφύριον λήξαντα πόνων, λύσαντά τε μίτρην,
καὶ πάρος ἀντ᾽ ἀρετῆς χάλκεον ἑσταότα,
τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.
πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων,
δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθην,
ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.