anonymi epigrammatici
εἰς τὴν Αὐγείου κόπρονΑὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο,
πληθὺν βουκολίων διζήμενος: ὃς δ᾽ ἀπάμειπτο:
ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε:[p. 30]
μοίρη δ᾽ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται:
δωδεκάτη δ᾽ ἀπάνευθε Ταραξίπποιο παρ᾽ ἱρὸν
ἀμφὶ δ᾽ ἄρ᾽ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται:
αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα:
λοιπὰς δ᾽ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.