anonymi epigrammatici
... μεον Διόνυσον ὁρᾷς ἐμέ: τίκτε με νηδὺς
διχθαδίη, μνήμης δὲ πατήρ ἐμὸς ἡγεμονεύει.
θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον
αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτάς,
οὐκέτι θῆρα φέρω, ἀλλ᾽ οὐρανὸν ἠδὲ θάλασσαν,
καὶ χθόνα, καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.