anonymi epigrammatici
ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,
σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδ᾽ ἀνάπαιστος,
πυρρίχιος καὶ ἴαμβος: ἔχει δέ τε οἶκον ἕκαστος.
πυρριχίου τέλος ἔσθ᾽ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,
πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει.
οἱ δ᾽ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν:
μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κ᾽ ἐθελήσῃ.