anonymi epigrammatici
Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,
ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,
οὐδὲν ἔχω: πίσυρας γὰρ ἐπ᾽ οὐκ ἀγαθοῖσι ταλάντων
οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας:
ἥμισυ δ᾽ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι
ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.