anonymi epigrammatici
χρησμὸς δοθεὶς τῇ μητρὶ Ἀλεξάνδρου ἐν ΚυζίκῳΠέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ
ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει:
τοῦ δ᾽ ἤν τις Φαέθοντι θοῶς λεύκ᾽ ὀστέα δείξῃ,
οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει: [p. 84]
κεῖται δ᾽ Ἀσίδος ἐντὸς ὁριζομένᾐ ἐνὶ νήσῳ
δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος:
φράζεο δ᾽ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου
Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.