asclepiades
ἐπὶ τετραμέτρῳ τῷ γεγονότι ἀπὸ ἀρτίου τριμέτρου κατὰ πρόσθεσιν βάσεως τελευταίας μείουρον τρίμετρονἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον
τὰ Βότρυος περισσὰ δῆτα κήδη,
ὃς πρέσβυς ὀγδώκοντ᾽ ἐτῶν τὸν ἐννέων ἔθαψεν
ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.
φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,
ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.