theodoridas
ἐπὶ τῷ ἀρτίῳ τριμέτρῳ δίμετρον ἀπὸ τοῦ ὑπορχηματικοῦ πενταμέτρουΜνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα,
τῶ λεγῃοποιῶ:
ἁ Μῶσα δ᾽ αὐτῶ τᾶς Σιμωνίδα πλάτας
ἦς ἀποσπάραγμα:
κενά τε κλαγγὰν κἀπιλακυθίστρια1 διθυραμβοχάνα.
τέθνακε, μὴ βάλωμες: εἰ δέ κε ζόεν,
τύμπανὸν κ᾽ ἐφύση.