meleager
προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ
Κύπριδος ὀφθαλμοὶ βλέμματα χριόμενοι,
ἡρπάσατ᾽ ἄλλον Ἔρωτ᾽ , ἄρνες λύκον, οἷα κορώνη
σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον.
δρᾶθ᾽ ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε
δάκρυα, πρὸς δ᾽ Ἱκέτην αὐτομολεῖτε τάχος;
ὀπτᾶσθ᾽ ἐν κάλλει, τύφεσθ᾽ ὑποκαόμενοι νῦν,
ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.