straton
εἶδον ἐγώ τινα παῖδα † ἐπανθοπλοκοῦντα κόρυμβον,
ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια:
οὐδ᾽ ἄτρωτα παρῆλθον: ἐπιστὰς δ᾽ ἥσυχος αὐτῷ
φημὶ ‘ πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;’
μᾶλλον τῶν καλύκων δ᾽ ἐρυθαίνετο, καὶ κατακύψας
φησὶ ‘ μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.’
ὠνοῦμαι προφάσει στεφάνους, καὶ οἴκαδ᾽ ἀπελθὼν
ἐστεφάνωσα θεούς, κεῖνον ἐπευξάμενος.