meleager
ἤδη μὲν γλυκὺς ὄρθρος: ὁ δ᾽ ἐν προθύροισιν ἄυπνος
Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι,
σχέτλιος, Ἡράκλειτον ἰδών ἔστη γὰρ ὑπ᾽ αὐγὰς
ὀφθαλμῶν, βληθεὶς κηρὸς ἐς ἀνθρακιήν.
ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε: καὐτὸς Ἔρωτος
ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.