callimachus
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν οὐ μὰ τὸν ὀξὺν
ἥλιον, οὐκ ἔγνων σχέτλιε, ποῦ γέγονας;
ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων
οὑμὸς ἔχει, χαλεπῇ δ᾽ ἤντεο θευμορίῃ; [p. 316]
ἔγνων Εὐξίθεός σε συνήρπασε: καὶ σὺ γὰρ ἐλθὼν
τὸν καλόν, ὦ μόχθηρ᾽, ἔβλεπες ἀμφοτέροις.