meleager
Στήσομ᾽ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἴ σε, Μυΐσκε,
ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον.
καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδ᾽ ἔλεξε:
τί ταρβεῖς;
οὔ σε βαλῶ ζήλοις: οἶδα παθὼν ἐλεεῖν.
χὠ μὲν δὴ τάδε φησὶν ἐγὼ δ᾽, ἢν μυῖα παραπτῇ,
ταρβῶ μὴ ψεύστης Ζεὺς ἐπ᾽ ἐμοὶ γέγονεν.