anonymi epigrammatici
Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου,
κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων:
Κεκροπίαν δ᾽ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος,
ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως.
ἡ δ᾽ ἀνὰ κῦμ᾽ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη
νῦν κάλλει δούλην Ἑλλάδ᾽ ὑπηγάγετο. [p. 308]