asclepiades
πῖν᾽, Ἀσκληπιάδη: τί τὰ δάκρυα ταῦτα; τί πάσχεις
οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,
οὐδ᾽ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς
πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;
πίνωμεν Βάκχου ζωρὸν πόμα: δάκτυλος ἀώς:
ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;
πίνωμεν, δύσερως: ^ μετά τοι χρόνον οὐκέτι πουλύν,
σχέτλιε, τὴν μακρὰν νύκτ᾽ ἀναπαυσόμεθα.