dioscorides
βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις
παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ,
καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν: ἢν δ᾽ ἁλιεύῃ
ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον,
ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον οὐδὲ γὰρ αἰδὼς
οὐδ᾽ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται,