straton
ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι: ἔστι δὲ τούτου
χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος:
χὠ τὰ δὶς ἑπτὰ νέμων, γλυκερώτερον ἄνθος Ἐρώτων
τερπνότερος δ᾽ ὁ τρίτης πεντάδος ἀρχόμενος:
ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος: ἑβδόματον δὲ
καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός.
εἰ δ᾽ ἐπὶ πρεσβυτέρους τις ἔχει πόθον, οὐκέτι παίζει,
ἀλλ᾽ ἤδη ζητεῖ ‘ τὸν δ᾽ ἀπαμειβόμενος.’