straton
τῶν παίδων, Διόδωρε, τὰ προσθέματ᾽ εἰς τρία πίπτει
σχήματα, καὶ τούτων μάνθαν᾽ ἐπωνυμίας. [p. 284]
τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε,
κωκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην:
τὴν δ᾽ ἤδη πρὸς χεῖρα σαλευομένην, λέγε σαύραν
τὴν δὲ τελειοτέρην, οἶδας ἃ χρή σε καλεῖν.