phanias
ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος ᾧ σεσάλευμαι,
Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος:
ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ,
καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην.
ἀλλ᾽ ὅτε σοι σπινθῆρος ἔτ᾽ ἴχνια βαιὰ λέλειπται,
φειδωλὴν ἀπόθου: καιρὸς Ἔρωτι φίλος.