meleager
ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς,
ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,
φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον
ὑμνοθετᾶν βύβλῳ τᾷδ᾽ ἐνελιξάμενον [p. 412]
ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ
ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.
οὖλα δ᾽ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις,
σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.