straton
νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην
ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα,
υἱὸν Ἀριστοδίκου τοῦ γείτονος: ὃν περιπλεχθεὶς
ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος.
νῦν δ᾽ αὐτῷ τί φέρων δωρήσομαι; οὔτ᾽ ἀπάτης γὰρ
ἄξιος, Ἑσπερίης οὔτ᾽ ἐπιορκοσύνης. [p. 408]