straton
παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν,
τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ. [p. 398]
ἤδη δ᾽ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν,
τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον.
ἔστι δ᾽ ὅτ᾽ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δ᾽ οὔπω
ἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.