straton
εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτης
φράζευ ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη.
ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν ἔστι μὲν ἐν σοὶ
κάλλος, ἔρως δ᾽ ἐν ἐμοί: καίρια δ᾽ ἀμφότερα.
ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον εἰ δ᾽ ἀφύλακτα
μίμνετον ἀλλήλων, ᾤχετ᾽ ἀποπτάμενα.