straton
‘ χρύσεα χαλκείων’ νῦν εἴπατε: ‘δὸς λάβε’ παίζει
Σωσιάδας ὁ καλός, καὶ Διοκλῆς ὁ δασύς.
τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν;
ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ;
οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ:
οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.