straton
ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι
λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις, [p. 382]
ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις,
χειρῶν Κυπρογενοῦς πλάσματα καὶ Χαρίτων.
ἔξοχα δ᾽ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει,
ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις.
ἀλλ᾽ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος,
οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.