straton
εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην
ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους,
αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν
ἤδη πρὸς μακάρων ἦγε διηκονίας.
ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς
τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.