straton
οὐδέ Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ πιλέγουσιν,
Ἀρτεμίδωρε, νοεῖς: ‘ μηδὲν ὑπὲρ τὸ μέτρον.’
ἀλλ᾽ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα
κωμῳδῷ φθέγγῃ, πάνθ᾽ ὑποκρινόμενος.
μνησθήσῃ τούτων, ὑπερήφανε: καὶ σὺ φιλήσεις,
καὶ κωμῳδήσεις τὴν ‘Ἀποκλειομένην,’