straton
ἑσπερίην Μοῖρίς με, καθ᾽ ἣν ὑγιαίνομεν ὥρην,
οὐκ οἶδ᾽ εἴτε σαφῶς, εἴτ᾽ ὄναρ, ἠσπάσατο.
ἤδη γὰρ τὰ μὲν ἄλλα μάλ᾽ ἀτρεκέως ἐνόησα,
χὠκόσα μοι προσέφη, χὠκός1᾽ ἐπυνθάνετο
εἰ δέ με καὶ πεφίληκε τεκμαίρομαι: εἰ γὰρ ἀληθές,
πῶς ἀποθειωθεὶς πλάζομ᾽ ἐπιχθόνιος;