asclepiades
τοῦθ᾽ ὅ τί μοι λοιπὸν ψυχῆς, ὅ τι δή ποτ᾽, Ἔρωτες,
τοῦτό γ᾽ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε:
ἢ μὴ δὴ τόξοις ἔτι βάλλετὲ μ᾽, ἀλλὰ κεραυνοῖς:
ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.
ναί, ναί, βάλλετ᾽, Ἔρωτες: ἐνεσκληκὼς γὰρ ἀνίαις,
ἐξ ὑμέων τοῦτ᾽ οὖν, εἴ γέ τι, βούλομ᾽ ἔχειν. [p. 368]