aratus
Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός: αἵ δὲ Κορίνθου
στῆλαι, καὶ Μεγαρέων ταὐτὸ ^ βοῶσι τάφοι:
γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου,
ὡς καλός. ἀλλ᾽ ὀλίγον ^ γράμμασι λειπόμεθα:
τῷδ᾽ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς ^
αὐτὸς ἰδών ἑτέρου δ᾽ ἐστὶ περισσότερος.