meleager
Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν
φωνεῖτ᾽, αἰγιβάτῃ Πανὶ χαριζόμεναι:
μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι,
δάφνῃ παρθενίῃ μέλφ᾽ Ὑάκινθον ἔτι.
ἦν γὰρ ὅτ᾽ ἦν Δάφνις μὲν Ὀρειάσι,^ σοὶ δ᾽ Ὑάκινθος
τερπνός: νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.