meleager
Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν,
ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος.
διπλαῖ δ᾽ ἀκτῖνές με κατέφλεγον: αἱ μὲν Ἔρωτος,
παιδὸς ἀπ᾽ ὀφθαλμῶν, αἱ δὲ παρ᾽ ἠελίου.
ἀλλ᾽ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν ἃς δ᾽ ἐν ὀνείροις
εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν. [p. 346]
λυσίπονος δ᾽ ἑτέροις ἐπ᾽ ἐμοὶ πόνον ὕπνος ἔτευξεν
ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.