meleager
ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι
ἀντίον, εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας:
οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα, καὶ γλυκυμυθεῖ
καίρια, καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ.
τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου
Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.