rhianus
ἦ ῥὰ νύ τοι, Κλεόνικε, δι᾽ ἀτραπιτοῖο κιόντι
στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες:
καί σε ποτὶ ῥοδέαισιν ἐπηχύναντο χέρεσσιν,
κοῦρε; πεποίησαι δ᾽ ἡλίκος ἐσσὶ χάρις.
τηλόθι μοι μάλα χαῖρε: πυρὸς δ᾽ οὐκ ἀσφαλὲς ἆσσον
ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.