meleager
οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος: ἁγέο, κώμων
ἄρχε: θεὸς θνατὰν ἁνιόχει κραδίαν
ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν ἔρωτι,
καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην.
ἦ προδότας κἄπιστος ἔφυς: τεὰ δ᾽ ὄργια κρύπτειν
αὐδῶν, ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.