callimachus
εἰ μὲν ἑκών, Ἀρχῖν᾽, ἐπεκώμασα, μυρία μέμφου:
εἰ δ᾽ ἀέκων ἥκω, τὴν προπέτειαν ὄρα:
ἄκρητος καὶ ἔρως μ᾽ ἠνάγκασαν ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δ᾽ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν,
ἐλθὼν δ᾽ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα
τὴν φλιὴν εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικῶ.