meleager
Βεβλήσθω κύβος: ἅπτε: πορεύσομαι.
ἠνίδε, τόλμα,Κωμάσομαι
οἰνοβαρές. τίν᾽ ἔχεις φροντίδα;
κωμάσομαι; ‘ποῖ, θυμέ, τρέπῃ;’ Τί δ᾽ ἔρωτι λογισμός;
ἅπτε τάχος. ‘ ποῦ δ᾽ ἡ πρόσθε λόγων μελέτη;’ [p. 340]
ἐρρίφθω σοφίας ὁ πολὺς πόνος: ἓν μόνον οἶδα
τοῦθ᾽, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.