callimachus
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
διφᾷ, καὶ πάσης ἴχνια δορκαλίδος, [p. 334]
στίβῃ καὶ νιφετῷ κεχρημένος. ἢν δέ τις εἴπῃ,
‘ τῆ, τόδε βέβληται θηρίον,’ οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε: τὰ μὲν φεύγοντα διώκειν
οἶδε, τὰ δ᾽ ἐν μέσσῳ κείμενα παρπέταται.